Ancient Greek
Book 1, Chapter 91
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.91.1
Not analysed yet
(97) ἐπὶ δὲ τῶν παιδίων ποιεῖ καλὰς καὶ πυκνὰς 〈τὰς〉 τρίχας ταῦτα· καρύου λέπυρον καὲν καὶ τριβὲν ἐν οἴνῳ καταχριόμενον, στέαρ ὕειον καταχριόμενον, κράμβη ὠμὴ καταπλασθεῖσα, λωτοῦ 〈τοῦ〉 δένδρου φύλλα, σφονδυλίου ῥίζα μετὰ τὸ ἀποσμῆξαι περιχριομένη, ἀπόπατος καμήλου καεῖσα καὶ σὺν ἐλαίῳ καταπλασθεῖσα.