Ancient Greek
Book 1, Chapter 93
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.93.2
Not analysed yet
σμύρνα σὺν ἀκακίᾳ καὶ ὄξει 2 καὶ κηκῖδι, κισσοῦ κόρυμβοι καὶ κυπέρου ῥίζαι μετὰ κυάμων λεπύρων ἑψηθέντα, καὶ φύλλα μελαίνης συκῆς καὶ ἀμπέλου 0 σὺν ὀμβρίῳ ὕδατι, λάδανον μετὰ μυρσινίνου ἀλείμματος, μύρτων μελάνων χυλὸς καὶ τὸ ἀπόβρεγμα, ῥοῦς βυρσοδεψικὴ ἑψηθεῖσα, σχίνου ἀφέψημα μετὰ σώρεως, φλόμου τοῦ χρυσανθέμου τὰ ἄνθη καὶ τὰ φύλλα καταπλασθέντα· πρίνου φλοιὸς τῆς ῥίζης ἀφεψηθεὶς ἐν ὕδατι καὶ δι’ ὅλης 〈τῆς〉 νυκτὸς καταπλασθείς, πρωὶ δὲ ἀπονιζόμενος.