Ancient Greek
Book 1, Chapter 97
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 1.97.1
Not analysed yet
(103) ψιλοῖ δὲ τρίχας καταχριόμενα· ἄσβεστος καὶ σανδαράκη μεθ’ ὕδατος ἑψηθέντα μειγνυμένης Κιμωλίας, φρύνου αἷμα, τιθυμάλλου χαρακίου ὀπός· δρυόπτερις σὺν τοῖς φύλλοις καὶ 〈τῇ〉 ῥίζῃ καταπλασσομένη, ἄχρις ἂν ἐξιδρώσωσιν, συνεχῶς ἀλλασσομένου τοῦ καταπλάσματος· κισσοῦ φύλλα καταπλασσόμενα, κυπέριδος Ἰνδικῆς ῥίζα —αὕτη δὲ καὶ παραχρῆμα ψιλοῖ—, λαγωὸς θαλάσσιος λεῖος καταπλασθείς, σαλαμάνδρα ἐλαίῳ συντακεῖσα, πιτυοκάμπαι ψωχθεῖσαι ἐπ’ ὀλίγον καὶ μετὰ μέλιτος καταχρισθεῖσαι, κυάμου λέπυρα καταπλασσόμενα ἢ σκολόπενδρα θαλασσία ἐλαίῳ ἐνεψηθεῖσα.