# Περὶ ἀπλῶν φαρμάκων 1.97.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, Book 1, Chapter 97. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1.97.1

(103) ψιλοῖ δὲ τρίχας καταχριόμενα· ἄσβεστος καὶ σανδαράκη μεθ’ ὕδατος ἑψηθέντα μειγνυμένης Κιμωλίας, φρύνου αἷμα, τιθυμάλλου χαρακίου ὀπός· δρυόπτερις σὺν τοῖς φύλλοις καὶ 〈τῇ〉 ῥίζῃ καταπλασσομένη, ἄχρις ἂν ἐξιδρώσωσιν, συνεχῶς ἀλλασσομένου τοῦ καταπλάσματος· κισσοῦ φύλλα καταπλασσόμενα, κυπέριδος Ἰνδικῆς ῥίζα — αὕτη δὲ καὶ παραχρῆμα ψιλοῖ—, λαγωὸς θαλάσσιος λεῖος καταπλασθείς, σαλαμάνδρα ἐλαίῳ συντακεῖσα, πιτυοκάμπαι ψωχθεῖσαι ἐπ’ ὀλίγον καὶ μετὰ μέλιτος καταχρισθεῖσαι, κυάμου λέπυρα καταπλασσόμενα ἢ σκολόπενδρα θαλασσία ἐλαίῳ ἐνεψηθεῖσα.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
