# Περὶ ἀπλῶν φαρμάκων 1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter arg. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/1

τὴν τῶν ἁπλῶν φαρμάκων ἐνέργειαν ἐν δυσὶν καταχωρίσαντες βιβλίοις, τιμιώτατε Ἀνδρόμαχε, καὶ ἀμφότερα σοὶ ἀναθέντες, ἐπελθόντες τε ἐν τῷ πρὸ τούτου βοηθήματα ἁρμόζοντα τοῖς περὶ κεφαλὴν καὶ ὀφθαλμοὺς καὶ ἀρτηρίαν καὶ τὴν λοιπὴν ἐπιφάνειαν συνισταμένοις πάθεσιν, ἐν τούτῳ περὶ τῶν λειπομένων διευκρινήσομεν, ἀρξάμενοι ἀπὸ τῶν περὶ τὸν στόμαχον συνισταμένων παθῶν, προδιαστειλάμενοι, ὅτι ἐπὶ τῶν πινομένων, ἐφ’ ὧν τὰς ποσότητας οὐ προσγράφομεν, ἡ μὲν ἐλαχίστη πόσις ἐστὶ τριώβολον, ἡ δὲ μέση δραχμὴ μία, ἡ δὲ τελεία δραχμαὶ δύο.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
