# Περὶ ἀπλῶν φαρμάκων 100.2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 100. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/100.2

λίθου ὀστρακίτου 〈· β′ ἐπὶ ἡμέρας δ′ πινέτωσαν. προστίθεται δὲ πρὸς τὸ μὴ συλλαμβάνειν πρὸ τῆς συνόδου ἡδύοσμον λεῖον, καὶ τὸ αἰδοῖον δὲ τοῦ ἀνδρὸς τῷ χυλῷ περιχρίεται· κράμβης ἄνθος λεῖον ἐν πεσσῷ μετὰ τὴν σύλλημψιν οὐκ ἐᾷ πήγνυσθαι 〈τὸ σπέρμα· ἢ〉 νεβροῦ πυτία ἐπὶ ἡμέρας γ′ προστεθεῖσα μετὰ τὴν κάθαρσιν, πελεκίνου σπέρμα πρὸ 〈τῆς〉 συνουσίας, στυπτηρία ὑγρὰ ὁμοίως· ἢ τήλεως ἀφεψήματι πρὸ τῆς συνουσίας προσκλυζέσθωσαν.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
