# Περὶ ἀπλῶν φαρμάκων 101.2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 101. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/101.2

κάρδαμον καὶ τὸ σπέρμα πινόμενον, κορίου σπέρμα ὀλίγον μετὰ ὕδατος — πλεῖον δὲ ποθὲν κάρον ποιεῖ —, κόστος σὺν οἴνῳ ἢ οἰνομέλιτι, κρόκος ὁμοίως, λινόσπερμον μετὰ οἰνομέλιτος καὶ πεπέρεως ἀντὶ κοπτῆς λαμβανόμενον, μαράθου δάκρυον, πράσου καρπὸς ἐσθιόμενος καὶ χυλὸς πινόμενος, σατυρίου Ἐρυθραικοῦ τὸ σπέρμα — ἔστι δὲ ὅμοιον τῷ ἐν τοῖς ἀπίοις 〈ἢ〉 μήλοις, στιλβότερον δὲ καὶ γλίσχρον διαμασηθέν —, σκίγκος ποθεὶς Ἰνδικός — ἀποπαύει δὲ τὰς ἐντάσεις φακοῦ ἀφέψημα ἐπιποθέν —, σταφυλίνου ἀγρίου σπέρμα, τερεβίνθου καρπὸς ἐσθιόμενος.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
