# Περὶ ἀπλῶν φαρμάκων 104.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 104. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/104.1

(99)πρὸς δὲ τοὺς ὀνειρώττοντας συνεχῶς ἁρμόζει πρὸς ἐπίσχεσιν ταῦτα καταπλαττόμενα· κωνείου σπέρμα κατὰ τῶν διδύμων καταπλαττόμενον· ἐὰν γὰρ κατὰ τοῦ αἰδοίου τις καταπλάσῃ, παραλυθήσεται· νυμφαίας ῥίζη κατάπλασσε καὶ τὰ αἰδοῖα, κορίου χυλῷ καὶ στρύχνου κατάχριε 〈τοὺς〉 διδύμους καὶ νίτρῳ καὶ ῥάμνου χυλῷ 〈καὶ〉 ἀνδράχνης πιέσματι· καὶ αὐτὴ δὲ καταπλάσσεται καθ’ ἑαυτὴν καὶ 〈μετὰ〉 ἀλφίτου, ἢ ἄγνου φύλλα σὺν ἀλφίτῳ, ἢ κύμινον λεῖον μετὰ Κιμωλίας φυραθέν.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
