Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 106
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 106.1
Not analysed yet
(101)τοὺς δὲ ἐνουροῦντας ἰᾶσθαι δεῖ ἐπιπλήξει καὶ [ἐν] τῷ δι’ ἡμέρας ἐθισμῷ τῆς οὐρήσεως καὶ μεταξὺ κατέχειν, κύστιν τε αἰγείαν ἢ προβατείαν κεκαυμένην ποτίζειν σὺν ὀξυκράτῳ, ἢ ὠπτημένην σὺν τῷ οὔρῳ ἐπὶ θερμοσποδιᾷ διδόναι φαγεῖν, ἑσπέρας τε διψᾶν ἀναγκάζειν· ποιεῖ δὲ καὶ λαγωοῦ ἐγκέφαλος ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου καὶ κόμμεως τοῦ αὐτοῦ καταπινόμενος ἢ συμφυραθεὶς ἀλφίτῳ καὶ ἐσθιόμενος· καπρείας ὁπλῆς λείας κοχλιάριον μετὰ μελικράτου ἢ καστορίου ἢ ἄγνου, πηγάνου τὸ αὐτό.