# Περὶ ἀπλῶν φαρμάκων 106.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 106. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/106.1

(101)τοὺς δὲ ἐνουροῦντας ἰᾶσθαι δεῖ ἐπιπλήξει καὶ [ἐν] τῷ δι’ ἡμέρας ἐθισμῷ τῆς οὐρήσεως καὶ μεταξὺ κατέχειν, κύστιν τε αἰγείαν ἢ προβατείαν κεκαυμένην ποτίζειν σὺν ὀξυκράτῳ, ἢ ὠπτημένην σὺν τῷ οὔρῳ ἐπὶ θερμοσποδιᾷ διδόναι φαγεῖν, ἑσπέρας τε διψᾶν ἀναγκάζειν· ποιεῖ δὲ καὶ λαγωοῦ ἐγκέφαλος ὅσον ἐρέβινθος μετὰ χηνείου στέατος ἴσου καὶ κόμμεως τοῦ αὐτοῦ καταπινόμενος ἢ συμφυραθεὶς ἀλφίτῳ καὶ ἐσθιόμενος· καπρείας ὁπλῆς λείας κοχλιάριον μετὰ μελικράτου ἢ καστορίου ἢ ἄγνου, πηγάνου τὸ αὐτό.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
