# Περὶ ἀπλῶν φαρμάκων 113.3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 113. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/113.3

ἀνθυλλίου 〈· γ′ σὺν οἴνῳ, ἀνθεμίδος ῥίζα καὶ τὰ ἄνθη ὁμοίως, ἀσπαλάθου ἀπόζεμα ὁμοίως· ἀψίνθιον ἀποζεσθὲν σὺν σελίνου ῥίζη ἴσῃ 〈ἢ〉 σχοῖνος ἢ νάρδος ἢ μάραθον ἐν ὕδατι· βακχάριδος ἡ ῥίζα ἑψηθεῖσα ἐν ὕδατι, βουνίου τὰ φύλλα καὶ ἡ ῥίζα χυλισθέντα μετὰ μελικράτου, ἑλιχρύσου ἄνθος σὺν τοῖς φύλλοις ἐν οἴνῳ, ἑρπύλλου ἀπόζεμα ὁμοίως· σμυρνίου ῥίζα πινομένη ἐν οἴνῳ, ἠρύγγης ῥίζα μετὰ σταφυλίνου σπέρματος καὶ οἴνου, ἱπποσελίνου ῥίζα καὶ σπέρμα ὁμοίως·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
