Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 117
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 117.1
Not analysed yet
(111)λίθους δὲ τοὺς ἐν κύστει θρύπτει πινόμενα σὺν οἴνῳ· ἀδίαντον, φιλεταιρίου ῥίζης 〈· β′, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἐν γλυκεῖ ἀποβρεχομένη καὶ ὁ καρπὸς σὺν οἴνῳ, ἱππομαράθου σπέρμα καὶ ἡ ῥίζα, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, ἁλκυονίου Μιλησίου %σὺν ὕδατι, ἀμύγδαλα πικρὰ σὺν γλυκεῖ καὶ τὸ ἔλαιον αὐτῶν, ἀνθεμίδος τῆς πορφυρανθοῦς τὸ ἄνθος καὶ ἡ ῥίζα, λευκανθέμου ἀπόζεμα, ὀνωνίδος ῥίζα σὺν οἰνομέλιτι, βδελλίου 〈· α′ σὺν οἴνῳ, τριβόλου χλωροῦ καρποῦ χυλός· φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαϊστὶ ὀσσίφραγον καλοῦσιν, ἡ κοιλία ξηρὰ κατ’ ὀλίγον πινομένη· γλυκυσίδης ῥῶγες πυρραὶ ἐσθιόμεναι καὶ πινόμεναι.