# Περὶ ἀπλῶν φαρμάκων 117.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 117. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/117.1

(111)λίθους δὲ τοὺς ἐν κύστει θρύπτει πινόμενα σὺν οἴνῳ· ἀδίαντον, φιλεταιρίου ῥίζης 〈·β′, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἐν γλυκεῖ ἀποβρεχομένη καὶ ὁ καρπὸς σὺν οἴνῳ, ἱππομαράθου σπέρμα καὶ ἡ ῥίζα, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, ἁλκυονίου Μιλησίου % σὺν ὕδατι, ἀμύγδαλα πικρὰ σὺν γλυκεῖ καὶ τὸ ἔλαιον αὐτῶν, ἀνθεμίδος τῆς πορφυρανθοῦς τὸ ἄνθος καὶ ἡ ῥίζα, λευκανθέμου ἀπόζεμα, ὀνωνίδος ῥίζα σὺν οἰνομέλιτι, βδελλίου 〈· α′ σὺν οἴνῳ, τριβόλου χλωροῦ καρποῦ χυλός· φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαϊστὶ ὀσσίφραγον καλοῦσιν, ἡ κοιλία ξηρὰ κατ’ ὀλίγον πινομένη· γλυκυσίδης ῥῶγες πυρραὶ ἐσθιόμεναι καὶ πινόμεναι.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
