Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 119
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 119.1
Not analysed yet
(112)οὐρητικὰ δέ ἐστι καὶ τὰ παραδιδόμενα μὲν πρὸς δυσουρίας καὶ λιθιῶντας, καὶ ταῦτα δὲ πινόμενα σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, καὶ ἐφ’ ὧν οὖρα κινῆσαι βουλόμεθα ὡς ἐπὶ ὑδρωπικῶν καὶ ἰκτερικῶν· ἀκάνθης λευκῆς ῥίζης 〈· α′, ἀκάνθου τοῦ καὶ παιδέρωτος καλουμένου ῥίζα ὁμοίως, ἀκόρου ῥίζα, τριφύλλου καρπὸς καὶ ὁ χυλὸς αὐτῆς καὶ τὸ ἀπόζεμα, ἀρκτίου ῥίζα καὶ τὸ ἀφέψημα αὐτῆς·