Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 119
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 119.3
Not analysed yet
ἀμπελόπρασα ἐσθιόμενα, ἄνησσον πινόμενον, ἄνηθον, ἄρου ῥίζα ξηρὰ ἐν οἰνομέλιτι καὶ ἑφθὴ ἐσθιομένη, καὶ δρακοντίου ὁμοίως· ἀρκευθίδων ἀφέψημα καὶ αὐταὶ 〈δὲ〉 λεῖαι πινόμεναι σὺν οἴνῳ, ἀσφοδέλου ῥίζης 〈· α′ σὺν οἴνῳ, ἄσαρον ὁμοίως, ἀστραγάλου ῥίζα, βαλσάμου καρποῦ 〈· α′ μετὰ γλυκέος, τριχομανές, ὑακίνθου ῥίζα, ὑπερικόν, χαμαιδάφνη 〈καὶ δάφνη〉 Ἀλεξανδρίνη, γιγγίδιον, δίκταμνον, βάλανοι δρύιναι ἐσθιόμεναι καὶ τὸ ἀφέψημα αὐτῶν, Ἑλενίου ἀφέψημα, ἐλελισφάκου ἀφέψημα·