# Περὶ ἀπλῶν φαρμάκων 119.5

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/119.5

κόρεως καρπὸς σὺν οἴνῳ, ὁλοσχοίνου καρπός, ὀνοβρυχίς, ὀρίγανον, οὖρον λυγγὸς λεῖον ἐν ὕδατι, αἰγὸς οὖρον ὁμοίως μετὰ νάρδου στάχυος, περικλυμένου φύλλα, πέπερι, πήγανον, πίτυος φλοιός, πόλιον, πράσιον, πράσον ἑφθόν, ῥάφανος καὶ τὸ σπέρμα, ῥητίνη πᾶσα, μάλιστα δὲ σχινίνη· σέλινον ὠμόν τε καὶ ἑφθὸν καὶ τὸ σπέρμα αὐτοῦ, σιδηρῖτις ἡ καὶ Ἡρακλεία, σίνων, ἄσαρον, σκίλλης ὀπτῆς 〈· α′ σὺν ὀξυμέλιτι, σόγχου ῥιζα καὶ ὁ καρπός, στρουθίου ῥίζα· ἰσχυρῶς οὐρητικοί εἰσιν στρόβιλοι ἐσθιόμενοι.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
