Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 120
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 120.1
Not analysed yet
(113)λυσσοδήκτους δὲ ὠφελεῖ τὸ αἷμα τοῦ λυσσῶντος κυνὸς ποθὲν καὶ τὸ ἧπαρ αὐτοῦ ὀπτηθὲν καὶ βρωθέν, καρκίνων ποταμίων ὀφθαλμοὶ φωχθέντες καὶ μετὰ ὕδατος ποθέντες κυ′ α′, ἢ καὶ ὅλων καέντων τῆς τέφρας 〈· α′ ἢ δ′· Γεντιανῆς 〈· α′ καὶ ἀμπέλου λευκῆς τῆς τέφρας 〈· β′ σὺν οἴνῳ λευκῷ ἐπὶ ἡμέρας γ′ πινόμενα, καὶ ὁ κυνόδους δὲ τοῦ δακόντος κυνὸς ἐνδεθεὶς εἰς κυστίδα καὶ περιαφθεὶς βραχίονι·