# Περὶ ἀπλῶν φαρμάκων 120.2

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 120. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/120.2

ὠφελεῖ καὶ λύκιον ποθέν, ἢ ἀριστολοχείας καὶ Γεντιανῆς καὶ δαφνίδων καὶ σμύρνης, ἴσον ἑκάστου ἀναλαβὼν δίδου πιεῖν ἢ καὶ ἐπὶ τὸ δῆγμα ἐπιτίθει· βάτραχοι σκευασθέντες καὶ ἐσθιόμενοι, πυτία κυνὸς ἐν ἑψήματι. καταπλάσσειν δὲ δεῖ ἐπὶ τῶν λυσσοδήκτων τὰ τραύματα τοῖς δυναμένοις τηρεῖν ἐφ’ ἱκανὸν 〈φλεγμαίνοντα〉 τὰ ἕλκη καὶ μὴ ἐᾶν ταχέως ἐπουλοῦσθαι· βέλτιον δέ εἰ καὶ ἐπὶ παντὶ εἰς αὐτὰ τὰ κυνόδηκτα παραλαμβανόμενον σκόροδον καθ’ ἑαυτὸ ἢ καὶ σὺν μέλιτι·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
