Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 120
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 120.3
Not analysed yet
κνίδης φύλλα σὺν ἁλσὶν ἢ μέλιτι, κρόμυον μεθ’ ἁλὸς ἢ πηγάνου, σίλφιον μεθ’ ἁλὸς ἐπιπαττόμενον λεῖον, ἢ ὀπὸς σιλφίου καταπλαττόμενος· τάριχος πᾶν, τέφρα κληματίνη σὺν ἐλαίῳ, ἢ σκόρδιον, ἀκτῆς φύλλα σὺν ἁλσίν, ἀμύγδαλα πικρὰ σὺν μέλιτι, βαλλωτῆς φύλλα ἢ ἀρνογλώσσου σὺν ἁλσίν, ἡδύοσμον ὁμοίως·