# Περὶ ἀπλῶν φαρμάκων 121.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 121. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/121.1

(114)ποτὰ δὲ κοινὰ πρὸς ἑρπετὰ δίδοται· πέπερι σὺν ὄξει καὶ μηκωνίῳ, πηγάνου ἀγρίου σπέρμα, πλατάνου σφαιρία ὁμοίως, πολεμωνίου τοῦ καὶ φιλεταιρίου 〈· δ′ σὺν οἴνῳ, πυρῖτις 〈ἢ〉 πύρεθρον, πυτία νεβροῦ καὶ λαγωοῦ, σαγαπήνου 〈· α′, σελίνου σπέρμα σὺν σκορδίου 〈· β′, τοῦ δὲ χυλίσματος 〈· α′, σπαργανίου ῥίζα καὶ ὁ καρπός, συκαμίνου ὀπός, [τεύκριον] τευκρίου ῥίζης χυλός· ταῦτα σὺν οἴνῳ λαμβανόμενα· πυρῖτις κἂν ὑποζύγιον δηχθῇ, ἐγχυθεῖσα διὰ στόματος σὺν οἴνῳ ὑγιάζει.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
