# Περὶ ἀπλῶν φαρμάκων 122.2-5

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 122.2 to 122.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/122.2

ἔχιον, χαμαίδρωψ, νάρδου Συριακῆς ῥίζα, ἀριστολοχείας μακρᾶς ῥίζα, σμύρνιον, ἀπαρίνης χυλός, λιβανωτίδος ῥίζα, πηγάνου ἀγρίου ῥίζα, βρυωνίας λευκῆς ἢ μελαίνης ῥίζα· ἀμπελόπρασον ἐσθιόμενον, ἀγαρικοῦ 〈· α′, ἀναγαλλίδος χυλός, ἄνησσον, περιστερεῶνος ῥίζα, ἀσπαράγου ἀφέψημα ἢ 〈τὸ〉 σπέρμα, ἀρκευθίδες· ἀσφοδέλου ῥίζης 〈· γ′, Ἀσκληπιάδος ῥίζα, ἀστέρος Ἀττικοῦ τὸ ἄνθος, ἀτρακτυλίδος ἄνθη καὶ τὰ φύλλα ὅσον δραχμὴ μία μετὰ πεπέρεως, πιστάκια λεῖα πινόμενα· βάτραχοι ζωμευθέντες καὶ ἐσθιόμενοι, βαλσάμου ὀποῦ ἢ καρποῦ 〈· α′, ἢ βδελλίου 〈· α′, ἢ γαλῆν σκελετεύσας καὶ ξηράνας δίδου 〈· β′· γεντιανῆς ῥίζης 〈· β′ μετὰ πεπέρεως καὶ πηγάνου, τοῦ δὲ χυλοῦ 〈· α′· γῆς Σαμίας τοῦ ἀστέρος 〈· β′, δαύκου σπέρματος 〈· β′, ἐγκέφαλοι ἀλεκτορίδων πινόμενοι, βάλανοι δρύιναι ἐσθιόμεναι, ἴριδος 〈· β′, Ελενίου ἀπόζεμα, ἐλαφοβόσκου ῥίζα καὶ σπέρμα· ἑλιχρύσου ἀπόζεμα. ἑρπύλλου ἀπόζεμα· ἐρυθροδάνου φύλλα καὶ καυλοί, ἐχίου ῥίζα καὶ φύλλα καὶ καυλὸς καὶ σπέρμα, τριφύλλου σπέρματος 〈· α′· καὶ τῶν φύλλων ὁμοίως· τραγορίγανος, ἧπαρ κάπρου λεῖον ἐν οἴνῳ, ἠρύγγης ῥίζης 〈· α′ μετὰ σταφυλίνου σπέρματος, ἱππομαράθου ῥίζα καὶ σπέρμα, ἄμωμον [καὶ], κασσία, καρδάμωμον· καρκίνοι ποτάμιοι λεῖοι σὺν γάλακτι διεθέντες — ἧττον δὲ οἱ θαλάσσιοι —, κέστρου φύλλων 〈· β′, κινάμωμον, κλινοποδίου ἀπόζεμα, κόστου 〈· β′ μετὰ πεπέρεως ὀβολῶν β′, ὀρίγανος Ἡρακλεωτικὴ καὶ τὸ ἀπόζεμα αὐτῆς, κράμβης χυλός, κυκλαμίνου ῥίζα, κυπαρίσσου σφαιρία·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
