# Περὶ ἀπλῶν φαρμάκων 122.6

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 122. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/122.6

κύμινον καὶ 〈μάλιστα〉 τὸ ἄγριον, λαγωοῦ πυτία καὶ νεβροῦ, λεοντοπετάλου ῥίζα, μυρίκης ἀπόζεμα, μαράθου σπέρμα, μυρρίδος ῥίζα, αἱματίτης λίθος σὺν οἴνῳ· ἀριστολοχείας ῥίζης, σμύρνης, δαφνίδων, Τεντιανῆς, ἴσον ἑκάστου μέλιτι ἀναλημφθὲν πίνεται καὶ ἐπὶ τὴν πληγὴν ἐπιτίθεται, μελίας φύλλα σὺν οἴνῳ ἢ ὁ χυλὸς αὐτῶν· κἂν ἤδη ἀποθνῄσκῃ, οὖρον τὸ ἴδιον ποθὲν καὶ ἐπιτεθὲν μεγάλως ὠφελεῖ· ἢ ἄγχουσα, πλατάνου καρπός, κάρδαμον, κυπάρισσος, πίτυος φλοιὸς σὺν οἴνῳ, ἡλιοτρόπιον. (116) κεράσταις δὲ ἰδίως ἁρμόζει ἄμεως 〈· β′ μετὰ σμύρνης καὶ οἴνου.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
