Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 123
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 123.1
Not analysed yet
(117)καταπλάσσεται δὲ πρὸς ἔχεις τριφύλλου φύλλα, μελίας φύλλα, πήγανον, καλαμίνθης φύλλα, λινόσπερμον σὺν ἁλσὶν ἢ ὀριγάνῳ καὶ μέλιτι, ἀλεκτορίδες ἀνασχισθεῖσαι ζῶσαι καὶ ἐπιτεθεῖσαι θερμαί, ἀλλάσσειν δὲ δεῖ συνεχῶς· ἀπόπατος αἰγὸς ἑψηθεῖσα ἐν ὄξει, ἀριστολοχείας μακρᾶς ῥίζα μεθ’ ὕδατος·