Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 123
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 123.3
Not analysed yet
σκίλλα ἑψηθεῖσα ἐν ὄξει, σκόροδα ἐν ὄξει, τέφρα πᾶσα ἐν ὄξει καὶ μάλιστα 〈ἡ〉 ἀπὸ συκομόρων ἢ μελίας, καταντλεῖται δὲ ἐπὶ τῶν ἰοβόλων τριφύλλου ἀπόζεμα, ἐπὶ δὲ τῆς πληγῆς ἰδίως βούτυρον ἐπιτιθέμενον, ἁβρότονον λεῖον μετ’ οἴνου, ἄγνου φύλλα, ἀδίαντον —ἑλκοῖ δὲ τὴν ἐπιφάνειαν, ἐὰν ἐπὶ πολὺ ἐάσῃς —,ἠρύγγης φύλλα· πινέτωσαν δὲ ἐν ὀξυμέλιτι.