Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 136
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 136.1
Not analysed yet
(132) ἐνδέματα καὶ ἀντιπαθῆ ἱστορεῖται ὠφελεῖν πρὸς σκορπιοπλήκτους· ἡλιοτροπίου τοῦ μεγάλου τοῦ σκορπιούρου 〈καλοθμένου〉 ἡ ῥίζα περιαπτομένη. νεκροῖ δὲ σκορπίον ἀκόνιτον προσαχθέν —διεγείρει δὲ ἐλλέβορος λευκός ,ἀκάνθης λευκῆς σπέρμα περιαπτόμενον. θηρία 〈δὲ〉 διώκει λίθος ὀφίτης περιαπτόμενος· ἀπόνους ποιεῖ μυελὸς ἐλάφειος περιχριόμενος, ὀξαλίδος ῥίζα προστεθεῖσα, φιλεταιρίου ῥίζα περιαοθεῖσα ὑπό σκορπίου κωλύει ὅλως τι πάσχειν.