# Euporista 138

Dioscurides Pedianus, Euporista, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 138. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/138
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/dioscurides-pedianus/text/138
CTS URN: urn:cts:greekLit:tlg0656.tlg002:138

(134) βδέλλας δὲ τὰς προσφυομένας παρισθμίοις καὶ καταπόσει καὶ στομάχῳ ἀποβάλλει ἄλμη καταρροφουμένη, ὄξος, ὀπὸς σιλφίου μετὰ ὄξους ἀναγαργαρισθεὶς ἢ καταρροφούμενος ἡ ὀπόφυλλον, ἢ χάλκανθος σὺν ὄξει ἀναγαργαρισθείς, ἢ χυλὸς ἀναγαλλίδος πινόμενος, ἢ ὄξος δριμὺ μετὰ θύμου λεάναντες πινέτωσαν, ἢ νίτρῳ καὶ ἁλσὶν σὺν ὕδατι ἀναγαργαριζέσθωσαν. ἐκβαλεῖς 〈δἐ〉, ἐὰν ἐμβιβάσας ἐν βαλανείῳ εἰς ἔμβασιν [καὶ] δίδῶς ὕδωρ ψυχρὸν λίαν ἐν τῷ στόματι διακρατεῖν· ἐξελεύσοντα γὰρ ἐπὶ τὸ ψυχρὸν ἐκπυρούμεναι· καὶ μετὰ τὸ ἀναγαργαρίσασθαί τινι τῶν προειρημένων περιχανέτω τὴν ἐκ τοῦ ὕδατος ἰλύν· πρὸς γὰρ τὴν ὀσμὴν ἐνεχθήσονται.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
