Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 139
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 139.2
Not analysed yet
λογχίτιδος τῆς πόας ἀπόζεμα σὺν οἴνῳ, κεδρόμηλα λεῖα ἐν οἴνῳ, μίλτου Λημνίας 〈· α′, νάρδου Κελτικῆς 〈. β′, νάρθηκος ἐντεριώνη, νηρίου τοῦ ῥοδοδένδρου τὰ ἄνθη, σιλφίου ὀπός, ἱπποποτάμου ὄρχις, ὀποπάναξ σὺν ἀριστολοχείᾳ, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ τὰ ἄνθη, καὶ τῆς Κειρωνίου ῥίζαι· τούτων ἕκαστον σὺν οἴνῳ· πολίου ἀφέψημα τῆς ῥίζης, πευκεδάνου ὀπὸς καὶ ἡ ῥίζα, πίσσα ὑγρὰ 〈μετὰ μέλιτος〉 ἐκλειχομένη, πρασίου χύλισμα σὺν οἴνῳ, σαγαπηνὸν ὁμοίως.