# Περὶ ἀπλῶν φαρμάκων 141.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/141.1

(137) ἰδίως δὲ πρὸς ἀκόνιτον ἁρμόζει ἀειζώου τοῦ μείζονος ἄνθη μετ’ οἴνου, ὀποβάλσαμον μετὰ γάλακτος, ἄκρατος πολὺς σὺν ἀψινθίῳ, κινάμωμον σὺν οἴνῳ, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη, πηγάνου ἀγρίου σπέρμα καὶ βρω θὲν ἄπρακτον καθίστησιν· πυτία ἐρίφου σὺν ὄξει ἢ λαγωοῦ ἢ ἐλάφου, σιδήρου σκωρία πεπυρωμένη καὶ ἐν ὀξυμέλιτι σβεσθεῖκονία σα, ἢ σιδήριον πυρωθὲν καὶ μέλιτι σβεσθέν· ζωμὸς βόειος, μετὰ οἴνου καὶ ἀβροτόνου, πράσιον σὺν οἴνῳ, χαμελαία σὺν οἴνῳ, πήγανον ὁμοίως· συκῆς φύλλα λεῖα, χαμαίπιτυς καλῶς ποιεῖ, ὀρίγανος ὀνῖτις, πολύκνημον σὺν οἴνῳ, ὄρνιθος καθηψημένης συγχυλωθείσης ζωμός, κρέως λιπαροῦ ὁμοίως· ὀποάλσαμον σὺν γάλακτι γυναικείῳ ἢ ὕδατι· μορέας ῥίζας ἑψήσας σὺν οἴνῳ 〈καὶ〉 μείξας μέλιτι δίδου· ἄργυρος καὶ χρυσὸς πεπυρωμένα σβεσθέντα μέλιτι.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
