Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 145
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 145.1
Not analysed yet
(141)ἰξίου δὲ τοῦ μέλανος χαμαιλέοντος λεγομένου ποθέντος βοηθεῖ ἀψίνθιον τριπτὸν μετ’ ὄξους, καστόριον σὺν ὄξει, ἄκρατος σίνος πολὺς σὺν ἀψινθίῳ, ὀξύμελι, ὄξος σὺν πηγάνου ἀγρίου σπέρματι σιλφίου ῥίζα σὺν ὄξει, τραγοριγάνου ἀπόζεμα, ῥητίνη τερμινθίνη ἢ πιτυίνη, κάρυα βασιλικὰ ἢ τῆς καρύας οἱ βλαστοί, νάρδος μετὰ καστορίου καὶ σιλφίου ὀβολὸς μετ’ οἴνου, τραγορίγανον σὺν γάλακτι. ἔνιοι δέ φασι καὶ θαψίας χυλὸν πινόμενον ὠφελεῖν.