Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 152
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 152.1
Not analysed yet
(148)ἐφημέρου δὲ ποθέντος, ὃ καὶ Κολχικὸν καλοῦσιν, ὠφελεῖ καστανίων τὸ ἐντὸς λεῖον σὺν οἴνῳ, πολυποδίου τὸ ἀπόζεμα, ὀρίγανον σὺν κονίᾳ καὶ γλυκεῖ, δρυὸς ἢ φηγοῦ ἢ πρίνου φύλλα λειώσας δίδου σὺν γάλακτι, πολυγόνου χυλὸν καὶ ῥίζαν σὺν γάλακτι, ἀμπέλου ἢ βάτου χυλὸν ἢ καυλοὺς λείους σὺν ὕδατι, ἢ νάρθηκος ἐντεριώνην μετ’ οἴνου, ἢ ἕρπυλλον μετ’ οἴνου, ἢ μύρτων καρπόν, ἢ ῥοᾶς λέπη ἀποβρέξας ἐν οἴνῳ· γάλα βόειον βοηθεῖ, ὥστε ἂν παραχρῆμά τις λάβῃ τὸ γάλα, ἄλλου βοηθήματος οὐ χρῄζει.