# Περὶ ἀπλῶν φαρμάκων 156.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 156. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/156.1

(152)κανθαρίδων δὲ ποθεισῶν βοηθεῖ ἔλαιον σὺν ὕδατι καὶ ἴρινον καὶ ῥόδινον, γάλα. φασὶν δέ τινες, ὅτι τὰ πτερὰ καὶ οἱ πόδες τῶν κανθαρίδων πινόμενα ἐν γλυκεῖ ἀντιφάρμακόν ἐστιν. ποιεῖ καὶ μήλινον ἔλαιον, πήγανον μετὰ ἰρίνου καὶ τὸ σπέρμα αὐτοῦ, ἐλάφου ἐκ τῆς πιμελῆς ζωμὸς λαμβανόμενος, γλήχων σὺν ὕδατι, λινόσπερμον συγκαθεψήσας αἰγὸς πιμελῇ ἢ προβάτου ἢ χηνὸς σαρκὶ ἐσθιέτωσαν. ἔγκλυζε δὲ γάλα, καὶ ἀμπέλου καυλοὺς τρίψας σὺν γλυκεῖ δίδου· σκορπιοειδὲς σὺν μέλιτι, Σαμίας 〈γῆς〉 〈· δ′ μετὰ σιραίου.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
