Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 159
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 159.1
Not analysed yet
(155)σαλαμάνδρας δὲ ποθείσης βοηθεῖ γάλα γλυκὺ σὺν ὕδατι, ῥητίνη σὺν μέλιτι, χαμαίπιτυς συνεψηθεῖσα στροβίλοις σὺν ὕδατι· κνίδης σπέρμα ἢ φύλλα σὺν κριθίνῳ ἀλεύρῳ καὶ ἐλαίῳ ἑψήσας δίδου· χαλβάνη καὶ χελώνης θαλασσίας ᾠὰ συνεψηθέντα καλῶς καὶ λαμβανόμενα, βάτραχοι μετὰ ῥίζης ἠρυγγίου ἑψηθέντες καὶ λαμβανόμενοι.