# Περὶ ἀπλῶν φαρμάκων 161.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 161. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/161.1

(157)πρὸς δὲ φρῦνον καὶ τὸν κωφὸν βάτραχον βοηθεῖ χελώνης θαλασσίας ἢ χερσαίας αἷμα ξηρὸν μετ’ οἴνου· δαμασωνίου ῥίζης προσφάτου σὺν ὄξει 〈· α′, ξηρᾶς δὲ 〈· β′ μετ’ οἴνου· ποιεῖ καὶ ἄκρατος πολὺς πινόμενος καὶ ἐξεμούμενος, καλάμων ῥίζα σὺν οἴνῳ, κύπερος σὺν οἴνῳ, καὶ δίωκε περιπά τοις ἢ δρόμοις χρώμενος καὶ λοῦε ἐν πυριατηρίοις· ἰδίως δὲ 〈ποιεῖ〉 πρὸς φρῦνον βάτραχος ἑφθὸς ἢ ὀπτὸς προσφερόμενος.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
