# Περὶ ἀπλῶν φαρμάκων 163.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 163. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/163.1

(159)γάλακτος δὲ θρομβωθέντος ὠφελίμως δίδοται γλυκὺς πολύς, ὄλυνθοι σὺν ὄξει καὶ ὄξος, ὀπὸς σιλφίου σὺν ὀξυκράτῳ ἢ κονίᾳ, πυτία λαγωοῦ ἢ νεβροῦ ἢ ἐρίφου ἢ ἀρνὸς ἢ δορκάδος ἢ βουβάλου ἢ μόσχου σὺν ὄξει, γλυκὺς σὺν ὄξει, ἡδύοσμον σὺν ὄξει, καὶ κοιλίαν δὲ λύε· ἔνιοι δὲ ἡδύοσμον σὺν οὔρῳ διδόασιν· ὄξος χλιαρόν. ἁλυκὸν δὲ μηδὲν προσφέρειν· μᾶλλον γὰρ πήγνυται τὸ γάλα· ἀλλ’ οὐδ’ ἐμεῖν δεῖ διὰ τὸ δυσβοηθητότερον τοῦ αἵματος.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
