# Περὶ ἀπλῶν φαρμάκων 31.1-3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 31.1 to 31.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/31.1

(31) βῆχας χρονίους ὠφελεῖ — τὰς γὰρ προσφάτους ἀσύμφορόν ἐστι φαρμακεύειν· δι’ ὑδροποσίας γὰρ καὶ οἰκείου τροφῆς τῆς διὰ ῥοφήματος εὐχερές ἐστι θεραπεύειν — χρονιζούσας δὲ ἰᾶται ταῦτα πινόμενα· ἀκάνθης ῥίζης 〈· α′ μετὰ μέλιτος, ἀρκευθίδες ε′ ἢ ϙ′ ἢ ζ′ ἢ η′ καὶ κεδρίδες πινόμεναι σὺν οἴνῳ ἢ μελικράτῳ, ἀσφοδέλου ῥίζης 〈· α′ μετ’ οἴνου, ἄσφαλτος ἀντὶ καταποτίου λαμβανομένη· βακχάριδος ἀφέψημα σὺν ὕδατι, βαλσάμου καρποῦ δραχμὴ σὺν οἰνομέλιτι, δαφνίδες δύο λεῖαι σὺν ὕδατι, ἑλξίνης χυλὸς καταρροφούμενος ὅσον κύαθος, σμύρνης κυάμου μέγεθος καταπινόμενον, σμυρνίου ῥίζα πινομένη, θύμου ἢ θύμβρας ἢ ὑσσώπου ἀπόζεμα [ἢ ἀφέψημα] μετὰ μέλιτος καὶ σύκων ξηρῶν· ἱππούριδος χυλὸς ἢ ἀφέψημα, ἢ ἰσοπύρου μετὰ μελικράτου, ἢ κάρυα Ποντικὰ πινόμενα μετὰ μελικράτου καὶ πεπέρεως· κακκαλίας ῥίζα μασωμένη, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου τοῦ μεγάλου ῥίζης 〈· β′ σὺν οἴνῳ, κόμμι ἀμυγδαλῆς πικρᾶς ἢ κερασίων ἢ κοκκυμήλων μετὰ κράματος· λάδανον σὺν στύρακι ἀντὶ καταποτίου, καὶ αὐτὸς ὁ στύραξ καθ’ ἑαυτόν, λυκίου Ἰνδικοῦ κυάμου τὸ μέγεθος ὁμοίως·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
