Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 31
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 31.4
Not analysed yet
μηκώνιον σὺν στύρακι καὶ σμύρνῃ ἴσοις ἀναπλασσόμενα εἰς ὀροβιαῖα μεγέθη καὶ λαμβανόμενα μετὰ τροφὴν γ′ ἐπιρροφουμένου ὕδατος εἰς κοίτην ἀβλαβῶς δίδοται· μαστίχη λεία ποιεῖ καταπινομένου τοῦ χυλοῦ, οἰνάνθης τῆς πόας καρπὸς καὶ φύλλα καὶ καυλὸς σὺν οἴνῳ ἢ σὺν οἰνομέλιτι· ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους [ὀπός], ἢ θεῖον ἄπυρον ἢ σαγαπηνόν, 〈σιλφίου〉 ὀπὸς σὺν ᾠῷ ῥοφητῷ λαμβανόμενος, ἐλελίσφακος ἐν ῥοφήματι λαμβανόμενος·