# Περὶ ἀπλῶν φαρμάκων 31.4

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/31.4

μηκώνιον σὺν στύρακι καὶ σμύρνῃ ἴσοις ἀναπλασσόμενα εἰς ὀροβιαῖα μεγέθη καὶ λαμβανόμενα μετὰ τροφὴν γ′ ἐπιρροφουμένου ὕδατος εἰς κοίτην ἀβλαβῶς δίδοται· μαστίχη λεία ποιεῖ καταπινομένου τοῦ χυλοῦ, οἰνάνθης τῆς πόας καρπὸς καὶ φύλλα καὶ καυλὸς σὺν οἴνῳ ἢ σὺν οἰνομέλιτι· ὀπόφυλλον μετὰ πράσου καὶ ὄξους [ὀπός], ἢ θεῖον ἄπυρον ἢ σαγαπηνόν, 〈σιλφίου〉 ὀπὸς σὺν ᾠῷ ῥοφητῷ λαμβανόμενος, ἐλελίσφακος ἐν ῥοφήματι λαμβανόμενος·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
