Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 32
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 32.1
Not analysed yet
(31) τὰς δὲ μετὰ ῥευματισμοῦ πολλοῦ ὠφελεῖ ἀφρὸς ἵππειος μετὰ ἡμικοτυλίου ὕδατος πινόμενος. τὰς δὲ σφοδρὰς ἐπιπτώσεις τῆς βηχὸς ὠφελεῖ οἶνος ἐν σκίλλῃ ἐγγλυφείσῃ διανυκτερεύσας καὶ διδόμενος κατὰ τὰς ἐπιθέσεις τῆς βηχός· σίφωνι δὲ λαμβανέσθω, καὶ ὀλίγος διὰ τὴν δριμύτητα. ὠφελεῖ καὶ ὄξος σκίλλινον καταρροφούμενον, ἢ οἶνος ζεστὸς καταρροφούμενος.