# Περὶ ἀπλῶν φαρμάκων 36.3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/36.3

ἀσφοδέλου ῥίζης 〈· α′ σὺν οἴνῳ, βακχάριδος ἀφέψημα ἐν ὕδατι, βολβοὶ ἑφθοὶ ἐσθιόμενοι σὺν ἐλαίῳ, φλόμου ῥίζα σὺν οἴνῳ, Γεντιανῆς ῥίζης 〈· β′ ἢ χυλοῦ 〈· α′ σὺν ὕδατι, Ἑλενίου ῥίζης ἀπόζεμα, ἑλιχρύσου ἢ ἑρπύλλου ἢ ἱππούριδος ῥίζαι καὶ φύλλα σὺν ὕδατι ἢ οἴνῳ, καλάμου ἀρωματίτου ὀβολοὶ δύο σὺν οἴνῳ, καλαμίνθης ἀπόζεμα, χαλβάνη ἀντὶ καταποτίου, Κενταυρείου 〈τοῦ μεγάλου〉 ῥίζης 〈· β′ σὺν οἴνῳ, κεδρίδες ὁμοίως·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
