Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 36
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 36.4
Not analysed yet
κέστρου φύλλων 〈· α′ μεθ’ ὑδρομέλιτος, κλινοποδίου ἀπόζεμα, κόστου 〈· α′ μετ’ οἴνου καὶ ἀψινθίου, κρίνου ῥίζα σὺν μέλιτι, λιβανωτίδος ῥίζα, λίθος σάπφειρος πινόμενος, ἴρεως ῥίζα σὺν γλυκεῖ ὀπὸς σιλφίου μετὰ κονίας ὑλιστῆς· ὀποπάναξ μετὰ πρασίου 〈ἢ〉 ὀριγάνου ἀποζέματος, μῶλυ λεῖον σὺν πεπέρει καὶ ὀλίγῃ σμύρνῃ μετ’ οἴνου ὀλίγου ἢ ὕδατος, σαγαπηνοῦ δραχμὴ σὺν ὑδρομέλιτι, σέσελι σὺν οἴνῳ, σκόρδιον σὺν ῥητίνῃ καὶ καρδάμῳ καὶ μέλιτι.