# Περὶ ἀπλῶν φαρμάκων 37.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/37.1

(35) πλευριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαλόχου 〈· α′ μεθ’ ὑδρομέλιτος, Αἰθιοπίδος ῥίζα ἐν μελικράτῳ ἑψηθεῖσα, ἀκόρου ῥίζης 〈· α′ μετὰ τριφύλλου καρποῦ τοῦ ἴσου ὁμοίως, Κενταυρείου ῥίζης 〈· α′ ὁμοίως, ἀβροτόνου ἀπόζεμα μεθ’ ὑδρομέλιτος, σαγαπηνοῦ 〈· α′ ὁμοίως, κνίδης σπέρμα σὺν μέλιτι ἐκλειχόμενον, βρυωνίας ῥίζα σὺν μέλιτι ὁμοίως, ὑπερικοῦ σπέρμα ποθὲν σὺν ὕδατι, ὑὸς ἄφοδος ἀνεθεῖσα ὕδατι καὶ ποθεῖσα καὶ τὰ λίαν χρόνια ἀλγήματα λύει, ἀριστολοχείας ῥίζα ποθεῖσα μετὰ ὕδατος, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, δρακοντίου ὁμοίως, ἀσφοδέλου ῥίζα μετ’ οἴνου. ἐπὶ δὲ τῶν κεχρονισμένων βαλσάμου καρποῦ δραχμὴ σὺν μελικράτῳ, Κενταυρείου τοῦ μεγάλου 〈· β′ τῆς ῥίζης σὺν οἴνῳ, λευκακάνθης ῥίζης χυλοῦ κυ′ α′ σὺν μελικράτῳ, ῥίζα πευκεδάνου ἐκλειχομένη σὺν μέλιτι, πετροσελίνου ὁμοίως·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
