Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 37
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 37.4
Not analysed yet
κρίθινον ἄλευρον σὺν μελιλώτῳ καὶ κωδύαις μήκωνος ἑψηθὲν ἐν μελικράτῳ, χαλβάνη ἢ ῥητίνη τερμινθίνη ἐπιτεθέντα καθ’ ἑαυτὰ ἀντὶ μαλάγματος, ῥίζα κράμβης καεῖσα σὺν τοῖς καυλοῖς, ἀναλημφθείσης τῆς τέφρας ὀξυγγίῳ παλαιῷ καὶ ἐπιτεθείσης, κυπάρισσος σὺν πηγάνου φύλλοις, σαγαπηνὸν ἀναλημφθὲν κηρωτῇ μυρσινίνῃ, πράσιον ὁμοίως, τέφρα κληματίνη σὺν ὀξυγγίῳ, κυπαρίσσου φύλλα ἁπαλὰ καὶ σῦκα καὶ ὀξύγγιον ἴσα, ἢ θαψίας χυλῷ τὸν θώρακα κατάχριε πρὸς ὀλίγον.