# Περὶ ἀπλῶν φαρμάκων 39.2-3

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 39.2 to 39.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/39.2

ἀνύει δὲ καὶ τὰ πρὸς τοὺς περιπνευμονικοὺς ἀναγεγραμμένα, καὶ ταῦτα δέ· στρόβιλος ὅλος νέος σὺν τῇ περὶ αὐτὸν ῥητίνῃ θλασθεὶς ἐπιμελῶς καὶ ἑψηθεὶς ἐν γλυκεῖ — καλλίων δὲ ὁ σκυβελίτης ἀντὶ τοῦ γλυκέος — καθ’ ἑκάστην ἡμέραν λαμβανόμενος· ἢ γλήχων σὺν μέλιτι, κάρδαμον φωκτὸν ὁμοίως· θύμος, θύμβρα, ὕσσωπον ἀποζεσθέντα σὺν ὕδατι, χαλβάνη ἀντὶ καταποτίου, ἄλευρον κυάμινον μετὰ δρακοντίου ῥίζης ἢ ἀμυγδάλων ἐν ῥοφήματι λείων 〈ἢ〉 σὺν μέλιτι ἐκλειχόμενον· ὄρχεως τῆς σαραπιάδος ἡ ῥίζα πινομένη, πίσσα ὑγρὰ σὺν μέλιτι ἐκλειχομένη, σαγαπηνὸν σὺν μελικράτῳ, σκορδίου ῥίζα ὁμοίως καὶ τοῦ καρποῦ 〈· α′ σὺν οἴνῳ.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
