Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 41
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 41.6
Not analysed yet
γάλα ὄνειον πινόμενον καὶ θεῖον ἐν καταποτίῳ, ὄνοι κατοικίδιοι πινόμενοι ι′ μεθ’ ἡμικοτυλίου ἐλαίου νήστει· ἢ ἐλατηρίου 〈· α′, νίτρου 〈· α′ [ὁμοίως], σινήπεως 〈· α′ καταπότια ποιήσας δύο δίδου, ἢ εὐζώμου σπέρμα σὺν μέλιτι· ποιεῖ καὶ σιδήρου πεπυρωμένου ἐναποσβεσθέντος ὄξει πινόμενον τὸ ἀπόβρεγμα. ὑποθυμιᾶται δὲ ὠφελίμως πρὸς ἀσθματικοὺς ὅσα καὶ ἐπὶ τῶν χρονίως βηττόντων ὑπεδείξαμεν διὰ τοῦ ἄμβικος.