# Περὶ ἀπλῶν φαρμάκων 51.1-4

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, 51.1 to 51.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/51.1

(49) ἐν προσφορᾶς δὲ μέρει ὠφελίμως δίδονται κοιλιακοῖς καὶ δυσεντερικοῖς μολόχαι ἄναλτοι ὡς μίλητος, ἐλαῖαι πρόσφατοι πέπειροι· ἢ αἷμα τράγου ἢ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ἀπὸ τηγάνου ἐσθιόμενον 〈ὀπτόν〉· σταφυλὴ ἐκ στεμφύλου, ἀσταφίδες ὀμφακίτιδες κοπεῖσαι καὶ σὺν ἀλεύρῳ ἀρτοποιηθεῖσαι καὶ ἄρτος μετὰ ᾠοῦ λεκίθων φυραθεὶς καὶ ὀπτηθείς, καὶ αὐτὴ δὲ ἡ ἀσταφὶς ἐσθιομένη σὺν τοῖς γιγάρτοις· ἄμυλον σὺν χόνδρῳ ἑφθὸν καὶ σὺν γάλακτι, ἀρνογλώσσου φύλλα ἑφθὰ μετ’ ὄξους καὶ ἐλαίου, καὶ κηκὶς καὶ ῥοῦς ἐπιπασσόμενα τοῖς ὄψοις, ἢ ζειὰ πεφωγμένη, ἢ φακὸς πεφωγμένος λεῖος ἀλφιτηδὸν πινόμενος, ἢ γίγαρτα ὁμοίως, ἢ ἄλφιτα, ἢ κέγχροι· βάτου ἀκρεμόνες ἑφθοὶ δι’ ὀξελαίου λαμβανόμενοι, ὁμοίως ἀρνόγλωσσον, βάτου καρπὸς πέπειρος ἐσθιόμενος, καὶ ἄωρος δὲ ξηρανθεὶς ἀντὶ ῥοὸς λεῖος ἐπιπάσσεται τοῖς προσοψήμασιν· κηκὶς ὀμφακίνη μετὰ πόλτου ἑψηθεῖσα ἐν τῷ ὕδατι, ἢ γίγαρτα ὁμοίως ἢ σταφίδες, εἶτ’ ἐξενεχθέντα ἐκ τοῦ πόλτου ἐσθιομένου· Ἑλένιον ἑφθὸν ἐσθιόμενον, πόλτος ἐξ ἐλύμου ἢ κέγχρου ἢ ζειᾶς ἢ χόνδρου πεφωγμένου ἢ ὀρύζης, ἢ σμύρνιον ἑφθόν, κάρυα βασιλικά, κεράτια ξηρὰ καὶ τὰ ἀπὸ στεμφύλων, κηκὶς λεία μετὰ ᾠοῦ ῥοφηθεῖσα καὶ οἴνῳ δὲ ἐπιπασθεῖσα· κορωνόποδος ῥίζα ἐσθιομένη, κύαμος Ἑλληνικὸς καθεψηθεὶς ἐν ὀξυκράτῳ σὺν τῷ λέπει ἐσθιόμενος, λινόσπερμον φρυγὲν καὶ μετὰ μέλιτος ἑφθοῦ ἐσθιόμενον, λωτοῦ 〈τοῦ δένδρου〉 καρπὸς ἐσθιόμενος, μέλι ἑφθὸν καταπινόμενον καθ’ ἑαυτὸ καὶ σὺν σιδίοις κεκομμένοις καὶ σεσησμένοις· μέσπιλα 〈ἢ〉 μῆλα Κυδώνια πέπειρα ἑφθὰ μετὰ μέλιτος, ἢ διατεμὼν τὰ Κυδώνια καλάμῳ καὶ ἐναποβρέχων ὕδατι δίδου πίνειν τὸ ἀπόβρεγμα·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
