Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 51
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 51.5
Not analysed yet
μυρτίτης οἶνος πινόμενος καὶ μύρτα ξηρὰ χυλιζόμενα, οὖα ξηρὰ ἀποζεννύμενα καὶ πινόμενον τὸ ἐξ αὐτῶν 〈ἄλευρον ἀντὶ〉 ἀλφίτων, ἢ ἀχράδων ὁμοίως· σέριδες ἑφθαὶ μετ’ ὄξους 〈λαμβανόμεναι〉, ἀρνόγλωσσον ὁμοίως, σελίνου καυλοὶ ὁμοίως· φακῆ μετὰ ἀρνογλώσσου ἢ ἀνδράχνης ἢ σέριδος ἢ κιχορίων ἢ ῥοᾶς λεπυχάνων ἢ φοινίκων Θηβαικῶν ἡψημένοι, στέαρ ἐλάφειον νεαρὸν σὺν τυρῷ ἢ ἀλφίτῳ ἡψημένον, ἧπαρ ὀπτὸν αἰγὸς ἢ τράγου ἐν μέλιτι ἐπιτηγανισθέν, ἐγκέφαλος ὁμοίως·