# Περὶ ἀπλῶν φαρμάκων 51.6

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/51.6

τυρὸς ἁπαλὸς ἀποξεσθεὶς καὶ ἀποπιεσθείς, ἔπειτα ἐν μέλιτι τηγανισθείς· χελιδόνων νεοττοὶ ὀπτοὶ ἐσθιόμενοι ἀντὶ συκαλλίδων, καὶ λύγου ῥίζα ἡψημένη σὺν φακῇ· κηρὸς ἢ μελίκηρον ἐγκαθεψόμενον τοῖς ῥοφήμασιν, κράμβη δὶς ἑφθὴ ἐσθιομένη, θρίδακες ἄπλυτοι ἐσθιόμεναι, 〈καὶ〉 μάλιστα ἐπὶ τῶν ἀνορέκτων· πυτία νεβροῦ ἢ λαγωοῦ ἢ ἐρίφου διεθεῖσα ὕδατι καὶ ποθεῖσα.

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
