# Περὶ ἀπλῶν φαρμάκων 52.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/52.1

(50) καταπλάσσεται δὲ πρὸς κοιλιακοὺς καὶ δυσεντερικοὺς ὠφελίμως ἀγριελαίας ἄνθος σὺν ὠμῇ λύσει χλιερᾷ, βάτου φύλλα σὺν μήλῳ Κυδωνίῳ καὶ κηρωτῇ, μυρσίνης φύλλα λεῖα σὺν οἴνῳ καὶ ὀμφακίνῳ ἐλαίῳ γλοιώδη γενόμενα καὶ ἐν ἐρίῳ ἐπιτιθέμενα, κρίθινον ἄλευρον σὺν οἴνῳ καὶ βάτῳ ἢ ἀχράσιν ἢ σιδίοις ἢ Κυδωνίων ἄνθεσιν, καὶ σὺν κηρωτῇ δὲ τὰ τῶν Κυδωνίων ἄνθη·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
