# Περὶ ἀπλῶν φαρμάκων 54.1

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/54.1

(52) ἐπὶ δὲ δυσεντερικῶν ἁρμόζει μὲν καὶ τὰ πρὸς κοιλιακοὺς ἐνέματα, ἰδίως δὲ ἐπὶ τῶν περιωδυνούντων· βούτυρον καθ’ ἑαυτὸ πρόσφατον, ἢ μολόχης ἢ τήλεως ἢ λινοσπέρμου ἢ χόνδρου ἢ πτισάνης ἢ ὀρύζης ἢ τράγου ἑψηθέντων καὶ τορυνηθέντων ὁ χυλός. ἐπὶ δὲ τῶν δίχα ἀλγηδόνος ῥευματιζομένων ἁρμόζει ἅλμη μετὰ οἴνου, κέρας ἐλάφειον κεκαυμένον σὺν οἴνῳ λεῖον, πομφόλυξ σὺν οἴνῳ καὶ ῥοδίνῳ, ἀρρενικὸν σὺν χάρτῇ κεκαυμένον διπλασίονι καὶ οἴνῳ·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
