# Περὶ ἀπλῶν φαρμάκων 58.4

Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων, ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dioscurides-pedianus/text/58.4

λειχὴν ὁ ἐπὶ τῶν πετρῶν διαχριομένου τοῦ στόματος καὶ τῆς γλώττης, ὀξυμυρσίνης ῥίζης ἀπόζεμα σὺν οἴνῳ, μυρίκης ἀπόζεμα σὺν οἴνῳ, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις ἓξ σὺν οἴνῳ, ὀξαλλίδος ῥίζαι ἑψηθεῖσαι σὺν οἴνῳ, ὀπόφυλλον σὺν ταρίχει καὶ οἰνομέλιτι ἐσθιόμενον, σεύτλου ῥίζαι ἑφθαὶ ἢ ὀπταὶ ἐσθιόμεναι, πενταφύλλου τῶν φύλλων χυλὸς πινόμενος ταχέως ὑγιάζει, πόλιον ἐν οἴνῳ λευκῷ, σκίλλης ἑφθῆς ⟨· α′ σὺν ὀξυμέλιτι ἐκλειχομένη καὶ πινομένη μετὰ μελικράτου·

---

Dioscorides Pedianus, Περὶ ἀπλῶν φαρμάκων. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0656.tlg002.local001/.
